Φωκαιεύς
Ancient Greek
Alternative forms
Etymology
From Φώκαιᾰ (Phṓkaiă, “Phocaea”) + -εύς (-eús, suffix forming demonyms). The twelfth-century Etymologicum Magnum criticises the omission of the ι (i, “iota”) in the form Φωκαεύς (Phōkaeús), whilst acknowledging that such omission is common in terms formed on iota-terminal stems suffixed with -εύς (-eús).[1]
Pronunciation
- (5th BCE Attic) IPA(key): /pʰɔː.kai̯.ěu̯s/
- (1st CE Egyptian) IPA(key): /pʰo.kɛˈeʍs/
- (4th CE Koine) IPA(key): /ɸo.cɛˈeɸs/
- (10th CE Byzantine) IPA(key): /fo.ceˈefs/
- (15th CE Constantinopolitan) IPA(key): /fo.ceˈefs/
Noun
Φωκαιεύς • (Phōkaieús) m (genitive Φωκαιέως); third declension
- an inhabitant of Phocaea or Foça; a Phocaean
- 460 BCE – 430 BCE, Herodotus, Histories 1.152.1:
- ὡς δὲ ἀπίκοντο ἐς τὴν Σπάρτην τῶν Ἰώνων καὶ Αἰολέων οἱ ἄγγελοι (κατὰ γὰρ δὴ τάχος ἦν ταῦτα πρησσόμενα), εἵλοντο πρὸ πάντων λέγειν τὸν Φωκαέα, τῷ οὔνομα ἦν Πύθερμος.
- hōs dè apíkonto es tḕn Spártēn tôn Iṓnōn kaì Aioléōn hoi ángeloi (katà gàr dḕ tákhos ên taûta prēssómena), heílonto prò pántōn légein tòn Phōkaéa, tōî oúnoma ên Púthermos.
- (please add an English translation of this quotation)
- ὡς δὲ ἀπίκοντο ἐς τὴν Σπάρτην τῶν Ἰώνων καὶ Αἰολέων οἱ ἄγγελοι (κατὰ γὰρ δὴ τάχος ἦν ταῦτα πρησσόμενα), εἵλοντο πρὸ πάντων λέγειν τὸν Φωκαέα, τῷ οὔνομα ἦν Πύθερμος.
- 460 BCE – 430 BCE, Herodotus, Histories 1.163:
- πρώτῃ δὲ Φωκαίῃ Ἰωνίης ἐπεχείρησε. οἱ δὲ Φωκαιέες οὗτοι ναυτιλίῃσι μακρῇσι πρῶτοι Ἑλλήνων ἐχρήσαντο, καὶ τὸν τε Ἀδρίην καὶ τὴν Τυρσηνίην καὶ τὴν Ἰβηρίην καὶ τὸν Ταρτησσὸν οὗτοι εἰσὶ οἱ καταδέξαντες· ἐναυτίλλοντο δὲ οὐ στρογγύλῃσι νηυσὶ ἀλλὰ πεντηκοντέροισι. ἀπικόμενοι δὲ ἐς τὸν Ταρτησσὸν προσφιλέες ἐγένοντο τῷ βασιλέι τῶν Ταρτησσίων, τῷ οὔνομα μὲν ἦν, Ἀργανθώνιος, ἐτυράννευσε δὲ Ταρτησσοῦ ὀγδώκοντα ἔτεα, ἐβίωσε δὲ πάντα εἴκοσι καὶ ἑκατόν. τούτῳ δὴ τῷ ἀνδρὶ προσφιλέες οἱ Φωκαιέες οὕτω δή τι ἐγένοντο ὡς τὰ μὲν πρῶτα σφέας ἐκλιπόντας Ἰωνίην ἐκέλευε τῆς ἑωυτοῦ χώρης οἰκῆσαι ὅκου βούλονται· μετὰ δέ, ὡς τοῦτό γε οὐκ ἔπειθε τοὺς Φωκαιέας, ὁ δὲ πυθόμενος τὸν Μῆδον παρ’ αὐτῶν ὡς αὔξοιτο, ἐδίδου σφι χρήματα τεῖχος περιβαλέσθαι τὴν πόλιν, ἐδίδου δὲ ἀφειδέως· καὶ γὰρ καὶ ἡ περίοδος τοῦ τείχεος οὐκ ὀλίγοι στάδιοι εἰσί, τοῦτο δὲ πᾶν λίθων μεγάλων καὶ εὖ συναρμοσμένων.
- prṓtēi dè Phōkaíēi Iōníēs epekheírēse. hoi dè Phōkaiées hoûtoi nautilíēisi makrēîsi prôtoi Hellḗnōn ekhrḗsanto, kaì tòn te Adríēn kaì tḕn Tursēníēn kaì tḕn Ibēríēn kaì tòn Tartēssòn hoûtoi eisì hoi katadéxantes; enautíllonto dè ou strongúlēisi nēusì allà pentēkontéroisi. apikómenoi dè es tòn Tartēssòn prosphilées egénonto tōî basiléi tôn Tartēssíōn, tōî oúnoma mèn ên, Arganthṓnios, eturánneuse dè Tartēssoû ogdṓkonta étea, ebíōse dè pánta eíkosi kaì hekatón. toútōi dḕ tōî andrì prosphilées hoi Phōkaiées hoútō dḗ ti egénonto hōs tà mèn prôta sphéas eklipóntas Iōníēn ekéleue tês heōutoû khṓrēs oikêsai hókou boúlontai; metà dé, hōs toûtó ge ouk épeithe toùs Phōkaiéas, ho dè puthómenos tòn Mêdon par’ autôn hōs aúxoito, edídou sphi khrḗmata teîkhos peribalésthai tḕn pólin, edídou dè apheidéōs; kaì gàr kaì hē períodos toû teíkheos ouk olígoi stádioi eisí, toûto dè pân líthōn megálōn kaì eû sunarmosménōn.
- (please add an English translation of this quotation)
- πρώτῃ δὲ Φωκαίῃ Ἰωνίης ἐπεχείρησε. οἱ δὲ Φωκαιέες οὗτοι ναυτιλίῃσι μακρῇσι πρῶτοι Ἑλλήνων ἐχρήσαντο, καὶ τὸν τε Ἀδρίην καὶ τὴν Τυρσηνίην καὶ τὴν Ἰβηρίην καὶ τὸν Ταρτησσὸν οὗτοι εἰσὶ οἱ καταδέξαντες· ἐναυτίλλοντο δὲ οὐ στρογγύλῃσι νηυσὶ ἀλλὰ πεντηκοντέροισι. ἀπικόμενοι δὲ ἐς τὸν Ταρτησσὸν προσφιλέες ἐγένοντο τῷ βασιλέι τῶν Ταρτησσίων, τῷ οὔνομα μὲν ἦν, Ἀργανθώνιος, ἐτυράννευσε δὲ Ταρτησσοῦ ὀγδώκοντα ἔτεα, ἐβίωσε δὲ πάντα εἴκοσι καὶ ἑκατόν. τούτῳ δὴ τῷ ἀνδρὶ προσφιλέες οἱ Φωκαιέες οὕτω δή τι ἐγένοντο ὡς τὰ μὲν πρῶτα σφέας ἐκλιπόντας Ἰωνίην ἐκέλευε τῆς ἑωυτοῦ χώρης οἰκῆσαι ὅκου βούλονται· μετὰ δέ, ὡς τοῦτό γε οὐκ ἔπειθε τοὺς Φωκαιέας, ὁ δὲ πυθόμενος τὸν Μῆδον παρ’ αὐτῶν ὡς αὔξοιτο, ἐδίδου σφι χρήματα τεῖχος περιβαλέσθαι τὴν πόλιν, ἐδίδου δὲ ἀφειδέως· καὶ γὰρ καὶ ἡ περίοδος τοῦ τείχεος οὐκ ὀλίγοι στάδιοι εἰσί, τοῦτο δὲ πᾶν λίθων μεγάλων καὶ εὖ συναρμοσμένων.
- 460 BCE – 430 BCE, Herodotus, Histories 1.164:
- τὸ μὲν δὴ τεῖχος τοῖσι Φωκαιεῦσι τρόπῳ τοιῶδε ἐξεποιήθη. ὁ δὲ Ἅρπαγος ὡς ἐπήλασε τὴν στρατιήν, ἐπολιόρκεε αὐτούς, προισχόμενος ἔπεα ὥς οἱ καταχρᾷ εἰ βούλονται Φωκαιέες προμαχεῶνα ἕνα μοῦνον τοῦ τείχεος ἐρεῖψαι καὶ οἴκημα ἓν κατιρῶσαι. οἱ δὲ Φωκαιέες περιημεκτέοντες τῇ δουλοσύνη ἔφασαν θέλειν βουλεύσασθαι ἡμέρην μίαν καὶ ἔπειτα ὑποκρινέεσθαι· ἐν ᾧ δὲ βουλεύονται αὐτοί, ἀπαγαγεῖν ἐκεῖνον ἐκέλευον τὴν στρατιὴν ἀπὸ τοῦ τείχεος. ὁ δ’ Ἅρπαγος ἔφη εἰδέναι μὲν εὖ τὰ ἐκεῖνοι μέλλοιεν ποιέειν, ὅμως δὲ σφι παριέναι βουλεύσασθαι. ἐν ᾧ ὦν ὁ Ἅρπαγος ἀπὸ τοῦ τείχεος ἀπήγαγε τὴν, στρατιήν, οἱ Φωκαιέες ἐν τούτῳ κατασπάσαντες τὰς πεντηκοντέρους, ἐσθέμενοι τέκνα καὶ γυναῖκας καὶ ἔπιπλα πάντα, πρὸς δὲ καὶ τὰ ἀγάλματα τὰ ἐν τῶν ἱρῶν καὶ τὰ ἄλλα ἀναθήματα, χωρὶς ὅ τι χαλκὸς ἢ λίθος ἢ γραφὴ ἦν, τὰ δὲ ἄλλα πάντα ἐσθέντες καὶ αὐτοὶ εἰσβάντες ἔπλεον ἐπὶ Χίου. τὴν δὲ Φωκαίην ἐρημωθεῖσαν ἀνδρῶν ἔσχον οἱ Πέρσαι.
- tò mèn dḕ teîkhos toîsi Phōkaieûsi trópōi toiôde exepoiḗthē. ho dè Hárpagos hōs epḗlase tḕn stratiḗn, epoliórkee autoús, proiskhómenos épea hṓs hoi katakhrāî ei boúlontai Phōkaiées promakheôna héna moûnon toû teíkheos ereîpsai kaì oíkēma hèn katirôsai. hoi dè Phōkaiées periēmektéontes tēî doulosúnē éphasan thélein bouleúsasthai hēmérēn mían kaì épeita hupokrinéesthai; en hōî dè bouleúontai autoí, apagageîn ekeînon ekéleuon tḕn stratiḕn apò toû teíkheos. ho d’ Hárpagos éphē eidénai mèn eû tà ekeînoi mélloien poiéein, hómōs dè sphi pariénai bouleúsasthai. en hōî ôn ho Hárpagos apò toû teíkheos apḗgage tḕn, stratiḗn, hoi Phōkaiées en toútōi kataspásantes tàs pentēkontérous, esthémenoi tékna kaì gunaîkas kaì épipla pánta, pròs dè kaì tà agálmata tà en tôn hirôn kaì tà álla anathḗmata, khōrìs hó ti khalkòs ḕ líthos ḕ graphḕ ên, tà dè álla pánta esthéntes kaì autoì eisbántes épleon epì Khíou. tḕn dè Phōkaíēn erēmōtheîsan andrôn éskhon hoi Pérsai.
- (please add an English translation of this quotation)
- τὸ μὲν δὴ τεῖχος τοῖσι Φωκαιεῦσι τρόπῳ τοιῶδε ἐξεποιήθη. ὁ δὲ Ἅρπαγος ὡς ἐπήλασε τὴν στρατιήν, ἐπολιόρκεε αὐτούς, προισχόμενος ἔπεα ὥς οἱ καταχρᾷ εἰ βούλονται Φωκαιέες προμαχεῶνα ἕνα μοῦνον τοῦ τείχεος ἐρεῖψαι καὶ οἴκημα ἓν κατιρῶσαι. οἱ δὲ Φωκαιέες περιημεκτέοντες τῇ δουλοσύνη ἔφασαν θέλειν βουλεύσασθαι ἡμέρην μίαν καὶ ἔπειτα ὑποκρινέεσθαι· ἐν ᾧ δὲ βουλεύονται αὐτοί, ἀπαγαγεῖν ἐκεῖνον ἐκέλευον τὴν στρατιὴν ἀπὸ τοῦ τείχεος. ὁ δ’ Ἅρπαγος ἔφη εἰδέναι μὲν εὖ τὰ ἐκεῖνοι μέλλοιεν ποιέειν, ὅμως δὲ σφι παριέναι βουλεύσασθαι. ἐν ᾧ ὦν ὁ Ἅρπαγος ἀπὸ τοῦ τείχεος ἀπήγαγε τὴν, στρατιήν, οἱ Φωκαιέες ἐν τούτῳ κατασπάσαντες τὰς πεντηκοντέρους, ἐσθέμενοι τέκνα καὶ γυναῖκας καὶ ἔπιπλα πάντα, πρὸς δὲ καὶ τὰ ἀγάλματα τὰ ἐν τῶν ἱρῶν καὶ τὰ ἄλλα ἀναθήματα, χωρὶς ὅ τι χαλκὸς ἢ λίθος ἢ γραφὴ ἦν, τὰ δὲ ἄλλα πάντα ἐσθέντες καὶ αὐτοὶ εἰσβάντες ἔπλεον ἐπὶ Χίου. τὴν δὲ Φωκαίην ἐρημωθεῖσαν ἀνδρῶν ἔσχον οἱ Πέρσαι.
- 460 BCE – 430 BCE, Herodotus, Histories 1.165.1:
- οἱ δὲ Φωκαιέες, ἐπείτε σφι Χῖοι τὰς νήσους τὰς Οἰνούσσας καλεομένας οὐκ ἐβούλοντο ὠνευμένοισι πωλέειν, δειμαίνοντες μὴ αἳ μὲν ἐμπόριον γένωνται, ἡ δὲ αὐτῶν νῆσος ἀποκληισθῇ τούτου εἵνεκα, πρὸς ταῦτα οἱ Φωκαίες ἐστέλλοντο ἐς Κύρνον· ἐν γὰρ τῇ Κύρνῳ εἴκοσι ἔτεσι πρότερον τούτων ἐκ θεοπροπίου ἀνεστήσαντο πόλιν, τῇ οὔνομα ἦν Ἀλαλίη.
- hoi dè Phōkaiées, epeíte sphi Khîoi tàs nḗsous tàs Oinoússas kaleoménas ouk eboúlonto ōneuménoisi pōléein, deimaínontes mḕ haì mèn empórion génōntai, hē dè autôn nêsos apoklēisthēî toútou heíneka, pròs taûta hoi Phōkaíes estéllonto es Kúrnon; en gàr tēî Kúrnōi eíkosi étesi próteron toútōn ek theopropíou anestḗsanto pólin, tēî oúnoma ên Alalíē.
- (please add an English translation of this quotation)
- οἱ δὲ Φωκαιέες, ἐπείτε σφι Χῖοι τὰς νήσους τὰς Οἰνούσσας καλεομένας οὐκ ἐβούλοντο ὠνευμένοισι πωλέειν, δειμαίνοντες μὴ αἳ μὲν ἐμπόριον γένωνται, ἡ δὲ αὐτῶν νῆσος ἀποκληισθῇ τούτου εἵνεκα, πρὸς ταῦτα οἱ Φωκαίες ἐστέλλοντο ἐς Κύρνον· ἐν γὰρ τῇ Κύρνῳ εἴκοσι ἔτεσι πρότερον τούτων ἐκ θεοπροπίου ἀνεστήσαντο πόλιν, τῇ οὔνομα ἦν Ἀλαλίη.
- 460 BCE – 430 BCE, Herodotus, Histories 1.166.2:
- οἱ δὲ Φωκαιέες πληρώσαντες καὶ αὐτοὶ τὰ πλοῖα, ἐόντα ἀριθμὸν ἑξήκοντα, ἀντίαζον ἐς τὸ Σαρδόνιον καλεόμενον πέλαγος. συμμισγόντων δὲ τῇ ναυμαχίῃ Καδμείη τις νίκη τοῖσι Φωκαιεῦσι ἐγένετο· αἱ μὲν γὰρ τεσσεράκοντά σφι νέες διεφθάρησαν, αἱ δὲ εἴκοσι αἱ περιεοῦσαι ἦσαν ἄχρηστοι· ἀπεστράφατο γὰρ τοὺς ἐμβόλους.
- hoi dè Phōkaiées plērṓsantes kaì autoì tà ploîa, eónta arithmòn hexḗkonta, antíazon es tò Sardónion kaleómenon pélagos. summisgóntōn dè tēî naumakhíēi Kadmeíē tis níkē toîsi Phōkaieûsi egéneto; hai mèn gàr tesserákontá sphi nées diephthárēsan, hai dè eíkosi hai perieoûsai êsan ákhrēstoi; apestráphato gàr toùs embólous.
- (please add an English translation of this quotation)
- οἱ δὲ Φωκαιέες πληρώσαντες καὶ αὐτοὶ τὰ πλοῖα, ἐόντα ἀριθμὸν ἑξήκοντα, ἀντίαζον ἐς τὸ Σαρδόνιον καλεόμενον πέλαγος. συμμισγόντων δὲ τῇ ναυμαχίῃ Καδμείη τις νίκη τοῖσι Φωκαιεῦσι ἐγένετο· αἱ μὲν γὰρ τεσσεράκοντά σφι νέες διεφθάρησαν, αἱ δὲ εἴκοσι αἱ περιεοῦσαι ἦσαν ἄχρηστοι· ἀπεστράφατο γὰρ τοὺς ἐμβόλους.
- 460 BCE – 430 BCE, Herodotus, Histories 1.167.1:
- μετὰ δὲ Ἀγυλλαίοισι πάντα τὰ παριόντα τὸν χῶρον, ἐν τῶ οἱ Φωκαιέες καταλευσθέντες ἐκέατο, ἐγίνετο διάστροφα καὶ ἔμπηρα καὶ ἀπόπληκτα, ὁμοίως πρόβατα καὶ ὑποζύγια καὶ ἄνθρωποι.
- metà dè Agullaíoisi pánta tà pariónta tòn khôron, en tô hoi Phōkaiées kataleusthéntes ekéato, egíneto diástropha kaì émpēra kaì apóplēkta, homoíōs próbata kaì hupozúgia kaì ánthrōpoi.
- (please add an English translation of this quotation)
- μετὰ δὲ Ἀγυλλαίοισι πάντα τὰ παριόντα τὸν χῶρον, ἐν τῶ οἱ Φωκαιέες καταλευσθέντες ἐκέατο, ἐγίνετο διάστροφα καὶ ἔμπηρα καὶ ἀπόπληκτα, ὁμοίως πρόβατα καὶ ὑποζύγια καὶ ἄνθρωποι.
- 460 BCE – 430 BCE, Herodotus, Histories 1.167.3–4:
- καὶ οὗτοι μὲν τῶν Φωκαιέων τοιούτῳ μόρῳ διεχρήσαντο, οἱ δὲ αὐτῶν ἐς τὸ Ῥήγιον καταφυγόντες ἐνθεῦτεν ὁρμώμενοι ἐκτήσαντο πόλιν γῆς τῆς Οἰνωτπίης ταύτην ἥτις νῦν Ὑέλη καλέεται· ἔκτισαν δὲ ταύτην πρὸς ἀνδρὸς Ποσειδωνιήτεω μαθόντες ὡς τὸν Κύρνον σφι ἡ Πυθίη ἔχρησε κτίσαι ἥρων ἐόντα, ἀλλ’ οὐ τὴν νῆσον.
- kaì hoûtoi mèn tôn Phōkaiéōn toioútōi mórōi diekhrḗsanto, hoi dè autôn es tò Rhḗgion kataphugóntes entheûten hormṓmenoi ektḗsanto pólin gês tês Oinōtpíēs taútēn hḗtis nûn Huélē kaléetai; éktisan dè taútēn pròs andròs Poseidōniḗteō mathóntes hōs tòn Kúrnon sphi hē Puthíē ékhrēse ktísai hḗrōn eónta, all’ ou tḕn nêson.
- (please add an English translation of this quotation)
- καὶ οὗτοι μὲν τῶν Φωκαιέων τοιούτῳ μόρῳ διεχρήσαντο, οἱ δὲ αὐτῶν ἐς τὸ Ῥήγιον καταφυγόντες ἐνθεῦτεν ὁρμώμενοι ἐκτήσαντο πόλιν γῆς τῆς Οἰνωτπίης ταύτην ἥτις νῦν Ὑέλη καλέεται· ἔκτισαν δὲ ταύτην πρὸς ἀνδρὸς Ποσειδωνιήτεω μαθόντες ὡς τὸν Κύρνον σφι ἡ Πυθίη ἔχρησε κτίσαι ἥρων ἐόντα, ἀλλ’ οὐ τὴν νῆσον.
- 460 BCE – 430 BCE, Herodotus, Histories 6.8.2:
- πρὸς δὲ τούτοισι Ἐρυθραῖοί τε ἐτάσσοντο καὶ Φωκαέες, Ἐρυθραῖοι μὲν ὀκτὼ νέας παρεχόμενοι, Φωκαέες δὲ τρεῖς· Φωκαέων δὲ εἴχοντο Λέσβιοι νηυσὶ ἑβδομήκοντα· τελευταῖοι δὲ ἐτάσσοντο ἔχοντες τὸ πρὸς ἑσπέρην κέρας Σάμιοι ἑξήκοντα νηυσί.
- pròs dè toútoisi Eruthraîoí te etássonto kaì Phōkaées, Eruthraîoi mèn oktṑ néas parekhómenoi, Phōkaées dè treîs; Phōkaéōn dè eíkhonto Lésbioi nēusì hebdomḗkonta; teleutaîoi dè etássonto ékhontes tò pròs hespérēn kéras Sámioi hexḗkonta nēusí.
- (please add an English translation of this quotation)
- πρὸς δὲ τούτοισι Ἐρυθραῖοί τε ἐτάσσοντο καὶ Φωκαέες, Ἐρυθραῖοι μὲν ὀκτὼ νέας παρεχόμενοι, Φωκαέες δὲ τρεῖς· Φωκαέων δὲ εἴχοντο Λέσβιοι νηυσὶ ἑβδομήκοντα· τελευταῖοι δὲ ἐτάσσοντο ἔχοντες τὸ πρὸς ἑσπέρην κέρας Σάμιοι ἑξήκοντα νηυσί.
- 460 BCE – 430 BCE, Herodotus, Histories 6.11.1:
- ταῦτα μέν νυν ἰθέως ἀπικομένων ἐς τὴν Μίλητον τῶν Περσέων ἐγίνετο· μετὰ δὲ τῶν Ἰώνων συλλεχθέντων ἐς τὴν Λάδην ἐγίνοντο ἀγοραί, καὶ δή κού σφι καὶ ἄλλοι ἠγορόωντο, ἐν δὲ δὴ καὶ ὁ Φωκαεὺς στρατηγὸς Διονύσιος λέγων τάδε.
- taûta mén nun ithéōs apikoménōn es tḕn Mílēton tôn Perséōn egíneto; metà dè tôn Iṓnōn sullekhthéntōn es tḕn Ládēn egínonto agoraí, kaì dḗ koú sphi kaì álloi ēgoróōnto, en dè dḕ kaì ho Phōkaeùs stratēgòs Dionúsios légōn táde.
- (please add an English translation of this quotation)
- ταῦτα μέν νυν ἰθέως ἀπικομένων ἐς τὴν Μίλητον τῶν Περσέων ἐγίνετο· μετὰ δὲ τῶν Ἰώνων συλλεχθέντων ἐς τὴν Λάδην ἐγίνοντο ἀγοραί, καὶ δή κού σφι καὶ ἄλλοι ἠγορόωντο, ἐν δὲ δὴ καὶ ὁ Φωκαεὺς στρατηγὸς Διονύσιος λέγων τάδε.
- 460 BCE – 430 BCE, Herodotus, Histories 6.12.3:
- “τίνα δαιμόνων παραβάντες τάδε ἀναπίμπλαμεν; οἵτινες παραφρονήσαντες καὶ ἐκπλώσαντες ἐκ τοῦ νόου ἀνδρὶ Φωκαέι ἀλαζόνι, παρεχομένῳ νέας τρεῖς, ἐπιτρέψαντες ἡμέας αὐτοὺς ἔχομεν· ὁ δὲ παραλαβὼν ἡμέας λυμαίνεται λύμῃσι ἀνηκέστοισι, καὶ δὴ πολλοὶ μὲν ἡμέων ἐς νούσους πεπτώκασι, πολλοὶ δὲ ἐπίδοξοι τὠυτὸ τοῦτο πείσεσθαι εἰσί, πρό τε τούτων τῶν κακῶν ἡμῖν γε κρέσσον καὶ ὅ τι ὦν ἄλλο παθεῖν ἐστι καὶ τὴν μέλλουσαν δουληίην ὑπομεῖναι ἥτις ἔσται, μᾶλλον ἢ τῇ παρεούσῃ συνέχεσθαι. φέρετε, τοῦ λοιποῦ μὴ πειθώμεθα αὐτοῦ”.
- “tína daimónōn parabántes táde anapímplamen? hoítines paraphronḗsantes kaì ekplṓsantes ek toû nóou andrì Phōkaéi alazóni, parekhoménōi néas treîs, epitrépsantes hēméas autoùs ékhomen; ho dè paralabṑn hēméas lumaínetai lúmēisi anēkéstoisi, kaì dḕ polloì mèn hēméōn es noúsous peptṓkasi, polloì dè epídoxoi tōutò toûto peísesthai eisí, pró te toútōn tôn kakôn hēmîn ge krésson kaì hó ti ôn állo patheîn esti kaì tḕn méllousan doulēíēn hupomeînai hḗtis éstai, mâllon ḕ tēî pareoúsēi sunékhesthai. phérete, toû loipoû mḕ peithṓmetha autoû”.
- (please add an English translation of this quotation)
- “τίνα δαιμόνων παραβάντες τάδε ἀναπίμπλαμεν; οἵτινες παραφρονήσαντες καὶ ἐκπλώσαντες ἐκ τοῦ νόου ἀνδρὶ Φωκαέι ἀλαζόνι, παρεχομένῳ νέας τρεῖς, ἐπιτρέψαντες ἡμέας αὐτοὺς ἔχομεν· ὁ δὲ παραλαβὼν ἡμέας λυμαίνεται λύμῃσι ἀνηκέστοισι, καὶ δὴ πολλοὶ μὲν ἡμέων ἐς νούσους πεπτώκασι, πολλοὶ δὲ ἐπίδοξοι τὠυτὸ τοῦτο πείσεσθαι εἰσί, πρό τε τούτων τῶν κακῶν ἡμῖν γε κρέσσον καὶ ὅ τι ὦν ἄλλο παθεῖν ἐστι καὶ τὴν μέλλουσαν δουληίην ὑπομεῖναι ἥτις ἔσται, μᾶλλον ἢ τῇ παρεούσῃ συνέχεσθαι. φέρετε, τοῦ λοιποῦ μὴ πειθώμεθα αὐτοῦ”.
- 460 BCE – 430 BCE, Herodotus, Histories 6.17.1:
- οὗτοι μὲν τοίνυν τοιαύτῃσι περιέπιπτον τύχῃσι. Διονύσιος δὲ ὁ Φωκαεὺς ἐπείτε ἔμαθε τῶν Ἰώνων τὰ πρήγματα διεφθαρμένα, νέας ἑλὼν τρεῖς τῶν πολεμίων ἀπέπλεε ἐς μὲν Φώκαιαν οὐκέτι, εὖ εἰδὼς ὡς ἀνδραποδιεῖται σὺν τῇ ἄλλῃ Ἰωνίῃ· ὁ δὲ ἰθέως ὡς εἶχε ἔπλεε ἐς Φοινίκην, γαύλους δὲ ἐνθαῦτα καταδύσας καὶ χρήματα λαβὼν πολλὰ ἔπλεε ἐς Σικελίην, ὁρμώμενος δὲ ἐνθεῦτεν ληιστὴς κατεστήκεε Ἑλλήνων μὲν οὐδενός, Καρχηδονίων δὲ καὶ Τυρσηνῶν.
- hoûtoi mèn toínun toiaútēisi periépipton túkhēisi. Dionúsios dè ho Phōkaeùs epeíte émathe tôn Iṓnōn tà prḗgmata diephtharména, néas helṑn treîs tôn polemíōn apéplee es mèn Phṓkaian oukéti, eû eidṑs hōs andrapodieîtai sùn tēî állēi Iōníēi; ho dè ithéōs hōs eîkhe éplee es Phoiníkēn, gaúlous dè enthaûta katadúsas kaì khrḗmata labṑn pollà éplee es Sikelíēn, hormṓmenos dè entheûten lēistḕs katestḗkee Hellḗnōn mèn oudenós, Karkhēdoníōn dè kaì Tursēnôn.
- (please add an English translation of this quotation)
- οὗτοι μὲν τοίνυν τοιαύτῃσι περιέπιπτον τύχῃσι. Διονύσιος δὲ ὁ Φωκαεὺς ἐπείτε ἔμαθε τῶν Ἰώνων τὰ πρήγματα διεφθαρμένα, νέας ἑλὼν τρεῖς τῶν πολεμίων ἀπέπλεε ἐς μὲν Φώκαιαν οὐκέτι, εὖ εἰδὼς ὡς ἀνδραποδιεῖται σὺν τῇ ἄλλῃ Ἰωνίῃ· ὁ δὲ ἰθέως ὡς εἶχε ἔπλεε ἐς Φοινίκην, γαύλους δὲ ἐνθαῦτα καταδύσας καὶ χρήματα λαβὼν πολλὰ ἔπλεε ἐς Σικελίην, ὁρμώμενος δὲ ἐνθεῦτεν ληιστὴς κατεστήκεε Ἑλλήνων μὲν οὐδενός, Καρχηδονίων δὲ καὶ Τυρσηνῶν.
- 431 BCE – 404 BCE, Thucydides, History of the Peloponnesian War 1.13.6–14.1:
- Φωκαῆς τε Μασσαλίαν οἰκίζοντες Καρχηδονίους ἐνίκων ναυμαχοῦντες· δυνατώτατα γὰρ ταῦτα τῶν ναυτικῶν ἦν.
- Phōkaês te Massalían oikízontes Karkhēdoníous eníkōn naumakhoûntes; dunatṓtata gàr taûta tôn nautikôn ên.
- (please add an English translation of this quotation)
- Φωκαῆς τε Μασσαλίαν οἰκίζοντες Καρχηδονίους ἐνίκων ναυμαχοῦντες· δυνατώτατα γὰρ ταῦτα τῶν ναυτικῶν ἦν.
Declension
| Case / # | Singular | Dual | Plural | ||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| Nominative | ὁ Φωκαιεύς ho Phōkaieús |
τὼ Φωκαιῆ tṑ Phōkaiê |
οἱ Φωκαιῆς / Φωκαιεῖς hoi Phōkaiês / Phōkaieîs | ||||||||||
| Genitive | τοῦ Φωκαιέως / Φωκαιῶς toû Phōkaiéōs / Phōkaiôs |
τοῖν Φωκαιέοιν toîn Phōkaiéoin |
τῶν Φωκαιέων / Φωκαιῶν tôn Phōkaiéōn / Phōkaiôn | ||||||||||
| Dative | τῷ Φωκαιεῖ tōî Phōkaieî |
τοῖν Φωκαιέοιν toîn Phōkaiéoin |
τοῖς Φωκαιεῦσῐ / Φωκαιεῦσῐν toîs Phōkaieûsĭ(n) | ||||||||||
| Accusative | τὸν Φωκαιέᾱ / Φωκαιᾶ tòn Phōkaiéā / Phōkaiâ |
τὼ Φωκαιῆ tṑ Phōkaiê |
τοὺς Φωκαιέᾱς / Φωκαιᾶς toùs Phōkaiéās / Phōkaiâs | ||||||||||
| Vocative | Φωκαιεῦ Phōkaieû |
Φωκαιῆ Phōkaiê |
Φωκαιῆς / Φωκαιεῖς Phōkaiês / Phōkaieîs | ||||||||||
| Notes: |
| ||||||||||||
Related terms
Descendants
- Greek: Φωκαιεύς (Fokaiéfs)
References
- ^ Thomas Gaisford, editor (c. 1150), Etymologicon magnum; seu verius, Lexicon saepissime vocabulorum origines indagans, ex pluribus lexicis, scholiastis et grammaticis anonymi cujusdam opera concinnatum. (in Byzantine Greek), Oxonium: Typographeum Academicum, published 1848, s.v. Εὔβοια, column 389, lines 6–13:
- Τὸ ἐθνικὸν, Εὐβοεὺς, καθ’ ὑφαίρεσιν τοῦ ι· τὰ γὰρ εἰς α λήγοντα φυλάττει τὴν παραλήγουσαν τοῦ πρωτοτύπου καὶ ἐν τοῖς εἰς ευς· οἷον Ἐλλοπία, Ἐλλοπιεύς· Ὀρθωσία, Ὀρθωσιεύς. Οὕτως καὶ Εὔβοια Εὐβοιεὺς ὤφειλεν εἶναι· οἱ δὲ λέγοντες τὸ Εὐβοεῖς καὶ Φωκαεῖς σὺν τῷ ι ἁμαρτάνουσιν. Ἕοικε δὲ τὰ πολλὰ τοῖς τοιούτοις τὸ ι ἀποβάλλειν, ὡς Νύσσα, Νυσσαεύς· Νίκαια, Νικαεύς.
- Tò ethnikòn, Euboeùs, kath’ huphaíresin toû i; tà gàr eis a lḗgonta phuláttei tḕn paralḗgousan toû prōtotúpou kaì en toîs eis eus; hoîon Ellopía, Ellopieús; Orthōsía, Orthōsieús. Hoútōs kaì Eúboia Euboieùs ṓpheilen eînai; hoi dè légontes tò Euboeîs kaì Phōkaeîs sùn tōî i hamartánousin. Héoike dè tà pollà toîs toioútois tò i apobállein, hōs Nússa, Nussaeús; Níkaia, Nikaeús.
- The demonym, Εὐβοεύς, [was formed] by omission of the ι; since the words terminating in -α preserve the penult of the root-word, likewise [should] the words in -ευς: as, for instance, Ἐλλοπία, Ἐλλοπιεύς; Ὀρθωσία, Ὀρθωσιεύς. Thus likewise ought Εὔβοια’s [demonym] to be Εὐβοιεύς; and those saying the words Εὐβοεῖς and Φωκαεῖς misspeak regarding the ι. But it seems likely that most words with such features drop the ι, as Νύσσα, Νυσσαεύς; Νίκαια, Νικαεύς.
Further reading
- “Φωκαιεύς”, in Liddell & Scott (1889), An Intermediate Greek–English Lexicon, New York: Harper & Brothers
- Woodhouse, S. C. (1910), English–Greek Dictionary: A Vocabulary of the Attic Language[1], London: Routledge & Kegan Paul Limited, page 1,022
- Φωκαεύς in Bailly, Anatole (1935), Le Grand Bailly: Dictionnaire grec-français, Paris: Hachette
- Φωκαιεύς in Bailly, Anatole (1935), Le Grand Bailly: Dictionnaire grec-français, Paris: Hachette